Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.381 Joseph. AJ 7.385 (English) >>Joseph. AJ 7.389

7.383

Μετʼ ὀλίγον δὲ χρόνον Δαυίδης καταπεσὼν εἰς νόσον ὑπὸ γήρως καὶ συνειδὼς ὅτι μέλλει τελευτᾶν καλέσας τὸν υἱὸν Σολόμωνα διελέχθη πρὸς αὐτὸν τοιάδε· “ἐγὼ μέν, τέκνον, εἰς τὸ χρεὼν ἤδη καὶ πατέρας τοὺς ἐμοὺς ἀπαλλάσσομαι κοινὴν ὁδὸν ἁπάντων τῶν τε νῦν ὄντων καὶ τῶν ἐσομένων πορευόμενος, ἐξ ἧς οὐκέτι οἷόν τε ἐπανελθόντα γνῶναι, τί κατὰ τὸν βίον πράττεται. 7.384διὸ ζῶν ἔτι καὶ πρὸς αὐτῷ γεγονὼς τῷ τελευτᾶν παραινῶ σοι ταῦθʼ καὶ πρότερον ἔφθην συμβουλεύσας, δικαίῳ μὲν εἶναι πρὸς τοὺς ἀρχομένους, εὐσεβεῖ δὲ πρὸς τὸν τὴν βασιλείαν δεδωκότα θεόν, φυλάττειν δʼ αὐτοῦ τὰς ἐντολὰς καὶ τοὺς νόμους, οὓς αὐτὸς διὰ Μωυσέος κατέπεμψεν ἡμῖν, καὶ μήτε χάριτι μήτε θωπείᾳ μήτʼ ἐπιθυμίᾳ μήτε ἄλλῳ πάθει προστιθέμενον τούτων ἀμελῆσαι· 7.385τὴν γὰρ τοῦ θείου πρὸς σαυτὸν εὔνοιαν ἀπολεῖς παραβάς τι τῶν νομίμων καὶ πρὸς ἅπαντʼ αὐτοῦ τὴν ἀγαθὴν ἀποστρέψεις πρόνοιαν· τοιοῦτον δὲ σεαυτὸν παρέχων, ὁποῖον εἶναί τε δεῖ κἀγὼ δὲ παρακαλῶ, καθέξεις ἡμῶν τὴν βασιλείαν τῷ γένει καὶ οἶκος ἄλλος Ἑβραίων οὐκ ἂν δεσπόσειεν, ἀλλʼ ἡμεῖς αὐτοὶ διὰ τοῦ παντὸς αἰῶνος. 7.386μέμνησο δὲ καὶ τῆς Ἰωάβου τοῦ στρατηγοῦ παρανομίας ἀποκτείναντος διὰ ζηλοτυπίαν δύο στρατηγοὺς δικαίους καὶ ἀγαθούς, Ἀβεννῆρόν τε τὸν Νήρου παῖδα καὶ τὸν Ἀμασὰν υἱὸν Ἰέθρα· ὧν ὅπως ἄν σοι δόξῃ τὸν θάνατον ἐκδίκησον, ἐπεὶ καὶ κρείττων ἐμοῦ καὶ δυνατώτερος Ἰώαβος ὢν μέχρι νῦν τὴν δίκην διέφυγε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.381 Joseph. AJ 7.385 (English) >>Joseph. AJ 7.389

Powered by PhiloLogic